TLG 1266 001 :: TYRANNION :: Fragmenta TYRANNION Gramm. Fragmenta frr. 1–63 Citation: Fragment — (line) | ||
1(1n) | Α 116: ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τό γ’ ἄμεινον. | |
1 | Ep. Hom. (An. Ox. 1, 449, 13, Et. Gud. 581, 55): ... Ἀρίσταρχος δὲ παρῄνει καὶ Τυραννίων τὸ ὥς ἐν μέσῃ φράσει περισπᾶν, εἰ ὑποτάσσοι‐ το συνδέσμῳ ὡς τῷ καί· „ἀλλὰ καὶ ὧς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα“ (ε 219), „ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη“ (Λ 721), „ἀλλὰ καὶ ὧς | |
---|---|---|
5 | ἱππεῦσι μετέσσομαι“ (Δ 322), „ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τό γ’ ἄμεινον“ (Α 116), „ἀλλ’ οὐδ’ ὧς σε ἔολπα ὀνήσεσθαι | |
κακότητοσ“ (ε 379). | ||
2(1n) | Α 125—6: ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, | |
2n | λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν. | |
1 | Sch.AbT ad Α 126 (Hrd. 2, 23, 35): Παλίλλογα ταῦτ’ ἐπαγείρειν: | |
τὸ δὲ ταῦτα Τυραννίων ὀξύνει, ἵν’ ᾖ τὰ αὐτά. | ||
3(1n) | Α 166—7: ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, | |
2n | σοὶ τὸ γέρας πολὺ μεῖζον ... | |
1 | Ep. Hom. (An. Ox. 1, 67, 15): Ἀτάρ: ... Τυραννίων δὲ ἄταρ ἀνα‐ γινώσκει, ἐπεὶ οὐδὲν εἰς ρ λῆγον ὑπὲρ μιᾶς συλλαβῆς βραχυκατάληκτον ὀξύνεται, στέαρ, θέναρ, κέαρ, φρέαρ, νέκταρ· ταῦτα. τὸ πατήρ, ὅτε συστέλλεται ἐπὶ τέλους, βαρύνεται πάτερ· ὁμοίως ἀνήρ ἄνερ, δαήρ | |
5 | δᾶερ. ἀντέπιπτε μὲν ἡ ὑπέρ πρόθεσις, εἰ μὴ κατώρθωτο τὸ πᾶσαν ὀξύνεσθαι πρόθεσιν. | |
1n | Α 274: ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον. | |
1 | Lex. spir. 236: Τὸ υ πάσης λέξεως ἄρχον δασύνεται, οἷον ὑάκινθος, ὑβός, ὑγεία ... πλὴν τοῦ ὔμμες ἀντὶ τοῦ ὑμεῖς, Αἰολικῶς. ἀλλὰ διὰ τὸν ἄνω | |
ῥηθέντα κανόνα ὁ Τυραννίων παρὰ τῷ ποιητῇ ἐδάσυνε τὸ ὕμμες. | ||
5(1n) | Α 421: ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι ... | |
1 | Sch. AbT ad Α 421 (Hrd. 2, 27, 33): Ἀλλὰ σὺ μὲν νῦν: τὸ νῦν ἀντὶ | |
τοῦ δή· διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν αὐτό, οὐκ εὖ. | ||
6(1n) | Β 8: βάσκ’ ἴθι, οὖλε Ὄνειρε, θοὰς ἐπὶ νῆας Ἀχαιῶν. | |
1 | Sch. A ad Β 8 (Hrd. 2, 31, 4): Βάσκ’ ἴθι: Τυραννίων ὑφ’ ἓν ὡς ἄπιθι. παραιτητέον δέ· τὰ γὰρ εἰς μι λήγοντα μετὰ προθέσεων φιλεῖ συντί‐ θεσθαι, μετ’ ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ θι παρα‐ χθέντα προστακτικὰ κατ’ ἀρχὴν οὐ θέλει συντίθεσθαι πλὴν τῶν προ‐ | |
5 | θέσεων. καὶ ἄμεινον ταὐτολογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν· καὶ ἀλλαχοῦ „ἔλθοι καὶ ἵκοιτο“ (ρ 539 al.), „ὣς ἔφατ’ ἔκ τ’ ὀνόμαζε“ (Α 361 al.). καὶ Ἡρωδιανὸς μέν φησι τὸ ἴθι ἐνεστῶτα νῦν, Ἐπα‐ φρόδιτος (fr. 17 L.) δὲ ἀόριστον. δύναται δὲ καὶ ἴθι ἐπίρρημα παρα‐ κελεύσεως 〈εἶναι ἀντὶ τοῦ ἄγε〉 ὡς 〈τὸ〉 „ἴθ’ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν | |
10 | κακόν“ (Soph. Ai. 1003). | |
7(1n) | Β 162: ἐν Τροίῃ ἀπόλοντο, φίλης ἀπὸ πατρίδος αἴης. | |
1 | Sch. A ad Β 162 (Hrd. 2, 32, 7): Φίλης ἀπὸ πατρίδος αἴης: οὐκ | |
ἀναστρεπτέον τὴν πρόθεσιν, ὡς Τυραννίων καὶ Πτολεμαῖος (p. 41 B.): ὁπότε γὰρ γενικῇ συντάσσεται ἡ ἀπό 〈μὴ μεταξὺ πιπτουσῶν λέξεων καὶ σημαίνει τὸ ἄποθεν〉, τηρεῖ τὸν τόνον· „καὶ γάρ τίς θ’ ἕνα μῆνα | ||
5 | μένων ἀπὸ ἧς ἀλόχοιο“ (Β 292). | |
8(1n) | Β 269: ... ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ. | |
1 | Sch. A ad Β 269 (Hrd. 2, 33, 26): Ἀχρεῖον: Διονύσιος (fr. *8 L.) καὶ Τυραννίων τὴν πρώτην ὀξύνουσιν ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς καὶ ἀναλόγως· παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος ὡς μοῦσα ἄμουσος. ἡ μέντοι παρὰ τῷ ποιητῇ ἀνάγνωσις ἀφορμῆς ἐχο‐ | |
5 | μένη τῆς κατὰ τὴν συνεκδρομὴν 〈προ〉περιεσπάσθη· τὰ γὰρ ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμ‐ φώνων μετὰ τῆς ει διφθόγγου μὴ σημαίνοντα μέρος σωματικὸν προ‐ | |
περισπᾶται, ἀνδρεῖος, Ἀργεῖος. οὕτως καὶ ἀχρεῖος. | ||
9(1n) | Β 350: φῆμι γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ... | |
1 | Eust. 1613, 16 (ad ι 19: εἴμ’ Ὀδυσεὺς ... ): Ἰστέον δὲ ὅτι τοῦ εἰμί, τουτέστιν ὑπάρχω, ἄλλως παραγομένου κοινότερον, Ἡρακλείδης (fr. 39 Cohn) λέγει περὶ αὐτοῦ ὡς ἔνιοι τῶν Αἰολέων μετατιθέντες ἐν πρώτῃ καὶ δευτέρᾳ συζυγίᾳ τῶν περισπωμένων τὸ 〈ω〉 εἰς η ποιοῦσι | |
5 | ῥήματα εἰς μι πλεονασμῷ τῆς μι συλλαβῆς ἐπὶ τέλους· οὕτω φασὶ καὶ ἀπὸ τοῦ φῶ τὸ Αἰολικὸν φημί· διὸ βαρύνων ὁ Τυραννίων φῆμι γράφει | |
βαρυτόνως Αἰολικώτερον, οἷον „φῆμι γὰρ οὖν κατανεῦσαι.“ | ||
10(1n) | Β 585: ... οἵ τε Λάαν εἶχον ἠδ’ Οἴτυλον ἀμφενέμοντο, ... | |
1 | Sch. A ad Β 585 (Hrd. 1, 163, 19. 2, 35, 15. 186, 25): Οἴτυλον: ὡς δάκτυλον· ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου. κακῶς δὲ Τυραννίων, οἰόμενος ἄρθρον εἶναι τὸ οι, καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴγε οὕτως φησὶ καὶ | |
5 | Φερεκύδης (FGrHist 3, 168): „τοῦ δὲ γίνεται Ἀμφ〈ι〉άναξ, τοῦ δ’ Οἴτυλος, ἀφ’ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται.“ τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Προσῳδία τῷ Ἡρωδιανῷ (1, 163, 19) περὶ τῆς ἀνα‐ | |
γνώσεως τῆς Τυραννίωνος. | ||
11(1n) | Β 648: ... Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας ... | |
1 | Sch. A ad Β 648 (Hrd. 2, 36, 3): Ῥύτιον: προπαροξυτόνως ὡς στά‐ διον· οὐκ εὖ δὲ Τυραννίων παροξύνει αὐτὸ ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικόν, οὔτε εἰ ἦν ὑποκοριστικόν, παρωξύνετο καθότι τρί‐ | |
βραχυ. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ Θρόνιον (Β 533). | ||
12(1n) | Β 662: ... αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα. | |
1 | Sch. A ad Β 662 (Hrd. 2, 36, 10): Κατέκτα: Πτολεμαῖός φησιν ὁ Ἀσκαλωνίτης (p. 42 B) Ἀρίσταρχον ἀνεγνωκέναι ὁμοίως τῷ „ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ“ (λ 410) κατὰ συστολήν. Τυραννίων δὲ κατ’ ἔκτασιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομιζομένῃ ὑπ’ | |
5 | Ἀριστάρχου „ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκτα〈ν〉“ (Δ 319). ἡ μέντοι κοινὴ ἀνάγνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε τὴν | |
τῆς ἀποκοπῆς ὁμοίως τῷ „οὖτα κατὰ λαπάρην“ (Ζ 64). | ||
13 | Hrd. μον, 2, 939, 20: Ἀνδριάς: τὰ εἰς ας λήγοντα καθαρόν, ἐκτεταμέ‐ νον ἔχοντα τὸ α, εἰ ἔχοι πρὸ τέλους φωνῆεν ἢ φωνήεντα, βαρύνεσθαι θέλει, δρακοντίας, ὀνοματίας ... μυρίον ἐστὶ πλῆθος τοιούτων ὀνομά‐ των ἀδιάπτωτον. σημειῶδες ἄρα τὸ ἀνδριάς ὀξυνόμενον. οὐκ ἀγνοῶ | |
5 | δὲ ὅτι Ἡλιόδωρος ἐβούλετο αὐτὸ περισπᾶν· ὁμοίως δὲ καὶ τὸ ἱμάς. τὸ δ’ αὐτὸ ἠξίου καὶ Δράκων ὁ Στρατονικεύς, ἔτι δὲ καὶ Τυραννίων. οὐκ ἔχει δὲ οὕτω τὰ τῆς ἀναγνώσεως, ὡς ἐν ἑτέροις (sc. 1, 51, 14) ἐδήλωσα. | |
14(1n) | Γ 414—7: μή μ’ ἔρεθε, σχετλίη, μὴ χωσαμένη σε μεθείω, | |
2n | ... σὺ δέ κεν κακὸν οἶτον ὄληαι. | |
3n | Ζ 229: ... πολλοὶ δ’ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν, ὅν κε δύνηαι. | |
1 | Et. Gen. (AB) ὄληαι (EM. 621, 32): Τυραννίων προπερισπᾷ καὶ τὸ ι προσγράφει οἰόμενος παρέλκειν τὴν αι· οὕτως καὶ ἐπὶ τοῦ „πρώτη | |
ἐπαύρηαι“ (Ο 17) καὶ „ἀφίκηαι“ (Ο 482 al.). ἔστι δὲ μέσος δεύτερος ἀόριστος καὶ οὐ προπερισπᾶται οὐδὲ προσγράφεται τὸ ι. τὸ μέντοι | ||
5 | ὄρηαι, οἷον „αὐτὸς ἐν ὀφθαλμοῖσιν ὄρηαι“ (ξ 343), ἐκ τοῦ ὄρεαι γέγονεν ἐνεστῶτος ὡς ἀπὸ πρώτης συζυγίας κατ’ ἔκτασιν, ὡς δίζεαι δίζηαι· λέγουσι γὰρ οἱ Ἴωνες καὶ ὁρέω ὡς 〈ἀπὸ〉 τῆς πρώτης συζυγίας. 〈Ὦρος ὁ Μιλήσιοσ〉. Sch. A ad Ζ 229 (Hrd. 2, 55, 7): Δύνηαι: ὡς λέγηαι καὶ φέρηαι· „σὺ | |
10 | δέ κεν κακὸν οἶτον ὄληαι“ (Γ 417). Τυραννίων δὲ προπερισπᾷ· καὶ δῆ‐ λον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόσωπον δώσει δυνῶμαι ὡς νικῶμαι. ἀλλ’ εἰ ἅπαξ ἐστὶ τὸ ὁριστικὸν κατὰ χρῆσιν, δύναμαι δύνασαι, καὶ ὁμολογεῖται ἀπὸ τῶν εἰς μι, ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτακτικά. | |
οὕτως Ἀρίσταρχος καὶ οἱ ἄλλοι. | ||
15(1n) | Δ 228: ... Εὐρυμέδων, υἱὸς Πτολεμαίου Πειραΐδαο ... | |
1 | Sch. A ad Δ 228 (Hrd. 2, 45, 15. 312, 24): Πειραΐδαο: τὸ δὲ Πειρα‐ ΐδαο ἐν τέσσαρσι συλλαβαῖς προφέρεται τὴν εὐθεῖαν τοῦ πατρω‐ νυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τρισυλλάβως λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλους διεσταλμένον | |
5 | τὸ ι ἀπὸ ἑτέρου φωνήεντος οἷον Πανθοίδης, Βοηθοίδης, Πηλείδης· οὐδ’ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλλάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν ὡς ὅτι ἐντελές ἐστι τὸ κατὰ διάλυσιν τοῦ ι καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ι | |
πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραΐδης ἐγένετο. | ||
16(1n) | Δ 422—3: ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης | |
2n | ὄρνυτ’ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος. | |
1 | Sch. A ad Δ 423 (Hrd. 2, 46, 26): Ζεφύρου ὑποκινήσαντος: Πτολε‐ μαῖος ὁ τοῦ Ἀριστονίκου καὶ Νικίας (fr. 5 B.) καὶ Τυραννίων ἀναστρέ‐ φουσιν. οἱ δὲ ἄλλοι παρέλκειν φασὶ τὴν πρόθεσιν· ἔνθεν καὶ φυλάσσεται ὁ τόνος ὁμοίως τῷ „ἔσκεν ὑφηνίοχοσ“ (Ζ 19) 〈καὶ〉 „Ποσειδάωνος | |
5 | ὑποδμώσ“ (δ 386). | |
17(1n) | Ε 300—2: πρόσθε δέ οἱ δόρυ τ’ ἔσχε καὶ ἀσπίδα πάντος’ ἐΐσην, | |
2n | τὸν κτάμεναι μεμαώς, ὅς τις τοῦ γ’ ἄντιος ἔλθοι, | |
3n | σμερδαλέα ἰάχων. | |
4n | Ε 343: ἡ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν. | |
1 | Sch. A ad Ε 302 (Hrd. 2, 51, 31): Ἰάχων: βαρύνειν δεῖ τὴν ἰάχων· ἐνεστῶτος γάρ ἐστι καὶ παρατατικοῦ. οὐ μέντοι περισπασθήσεται, ὡς οἴεται Τυραννίων. διδάσκει τὰ κινήματα· „ἡμεῖς δὲ ἰάχοντεσ“ (δ 454): εἰ γὰρ περιεσπᾶτο, ὡς νοοῦντες ἐγίνετο· „ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθε“ | |
5 | (Ν 834), „τρὶς δ’ ἄϊεν ἰάχοντοσ“ (Λ 463). οὕτως οὖν καὶ τὸ „φθέγξομ’ ἐγὼν ἰάχουσα“ (Φ 341) ὀφείλομεν προπαροξύνειν. Sch. T ad Ε 343 (Hrd. 2, 52, 8): Ἰάχουσα: Τυραννίων προπερισπᾷ, | |
κακῶς. | ||
18(1n) | Ε 635—9: ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο | |
2 | εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν, οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων· ἀλλ’ οἷόν τινά φασι βίην Ἡρακληείην | |
5n | εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα. | |
1 | Sch. A ad Ε 638 (Hrd. 2, 52, 9): Ἀλλ’ οἷον: Νικίας (fr. 9 B.) ψιλοῖ ἐκδεχόμενος τὸ μόνον. ἄλλοι δὲ δασύνουσι θαυμαστικῶς ἐκδεχόμενοι, ὡς καὶ Ἡρακλέων (fr. 3 B.), ἵνα ὅμοιον ᾖ τῷ „ἀλλ’ οἷον τὸν Τηλε‐ φίδην“ (λ 519). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιωματικῶς· „οἷόν τε | |
5 | κρομύοιο λοπόν“ (τ 233) καὶ ἀντὶ τοῦ ὥς· „οἷον ἀναΐξασ“ (α 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώσκει ὡς ἑτεροῖον, ὁμοίως τῷ „ἀλλοῖός | |
μοι, ξεῖνε“ (π 181). ἡμῖν δὲ δοκεῖ θαυμαστικώτερον ἀναγινώσκειν, ὥσπερ καὶ τοῖς περὶ Ἡρακλέωνα, ἵνα ὅμοιον ᾖ τῷ „ὁσσάτιόν τε καὶ οἷον“ (Ε 758) καὶ „ἀλλ’ οἷον τόδ’ ἔρεξεν“ (δ 242), „οἷον τὸν Τηλε‐ | ||
10 | φίδην“ (λ 519). οὕτως ἀρέσκει καὶ Φιλοξένῳ (fr. 408 Th.). | |
19(1n) | Ι 6—7: ἄμυδις δέ τε κῦμα κελαινὸν | |
2n | κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν. | |
1 | Sch. A ad Ι 7 (Hrd. 2, 63, 5): Παρέξ: τὸ παρέξ παρὰ τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐστὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις· διὸ καὶ πολλά‐ κις εὑρίσκεται καὶ εἰς κ λήγουσα ἡ ἔξ· „παρὲκ μέγα τειχίον αὐλῆσ“ (π 165. 343). ἔστι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς ἔξ προθέσεως, ἔσθ’ | |
5 | ὅτε καὶ τῆς παρά· „ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετον“ (μ 276), „ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ“ (Κ 349). ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀσκαλωνίτης (p. 49 B.) παρέλκειν τὴν παρά, ἵν’ ᾖ ἐξ ἁλός. ἄλλοι δὲ τὴν παρά κυρίως κεῖσθαι, ἵνα γένηται παρ’ ἅλα φῦκος, καὶ τὴν ἔξ συντάσσεσθαι πρὸς τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παρ’ ἁλὶ φῦκος | |
10 | ἐξέχευαν. μετὰ γοῦν τῆς διά οὖσα ἡ ἔξ οὐ τρέπει τὸ ξ· „διὲξ σωλῆνος εἰς ἄγγοσ“ (Archil. fr. 46 W.). Τυραννίων δὲ ἓν μέρος λόγου ἤκουσεν, ἵν’ ᾖ ἐπίρρημα, καὶ βαρύνει. καὶ ἔχει λόγον, ὡς Ἡρόδοτος ἐν δʹ (46, 1)· „πάρεξ τοῦ Σκυθικοῦ ἔθνους.“ παρὰ δὲ τῷ ποιητῇ τὸ παρέξ δύο | |
μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις. | ||
20(1n) | Ι 393: ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι ... | |
1 | Sch. A ad Ι 393 (Hrd. 2, 66, 1): Σόωσι: Τυραννίων προπερισπᾷ ὡς | |
νοῶσιν, ὡς ἀπὸ τοῦ σοῶ περισπωμένου, ἐπεί, φησί, καὶ τὸ εὐκτικὸν 〈τὸ〉 κατὰ ἀποκοπὴν εἶπεν· „ἥ κέ σφιν νῆάς τε σοῷ καὶ λαὸν Ἀχαιῶν“ (Ι 424): καὶ τὸ δεύτερον· „ὅππως κεν νῆάς τε σοῷς καὶ λαὸν Ἀχαιῶν“ | ||
5 | (Ι 681). Ἀπίων (fr. B 5 B.) δὲ διὰ τοῦ α γράφει, ἐπεὶ καὶ ἐν ἄλλοις οὕτως εὑρίσκεται· „σάωσε δὲ νυκτὶ καλύψασ“ (Ε 23) καὶ „τὸν μὲν ἐγὼ〈ν〉 ἐσάωσα“ (ε 130) καὶ „ἀλλὰ σάω μὲν ταῦτα, σάω δ’ ἐμέ“ (ν 230) καὶ ἐπὶ μέλλοντος· „κερδαλέης, εἴ τίς κεν ἐρύσ〈σ〉εται ἠδὲ σαώσει“ (Κ 44). ἡ δὲ πλείων χρῆσις, ὧν ἐστι καὶ ὁ Ἀσκαλωνίτης | |
10 | (p. 50 B.), ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς· „τὼ δ’ ἑτέρω ἑκάτερθεν | |
ἴτην σώοντες ἑταίρουσ“ (ι 430). | ||
21(1n) | Κ 25—6: ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμος—οὐδὲ γὰρ αὐτῷ | |
2n | ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε—μή τι πάθοιεν ... | |
1 | Sch. A ad Κ 25 (Hrd. 2, 68, 36): Αὐτῷ: Τυραννίων τὴν αὐτῷ ἀντ‐ ωνυμίαν καθ’ ἓν ἐλάμβανεν ὡς ἐν τῇ συνηθείᾳ· ὁ δὲ Ἀσκαλωνίτης (p. 50 B.) τὸν αὖ σύνδεσμον παρελάμβανε καὶ τὸ τῷ ἰσοδυναμοῦν τῷ τούτῳ, ὁμοίως τῷ „τοῦδ’ αὖ 〈τοῦ〉 λυκάβαντοσ“ (ξ 161). ἴση δέ | |
5 | μοι δοκεῖ ἡ ἀνάγνωσις εἶναι. ἐπὶ μέντοι 〈τοῦ〉 „τοῦδ’ αὖ τοῦ λυκά‐ βαντοσ“ κατεπεῖγόν ἐστιν „αὖ“, εἶτα „τοῦ“ ἀναγνῶναι· κωλύεται | |
γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ σημαινομένου τὸ αὐτοῦ. | ||
22(1n) | Κ 292: σοὶ δ’ αὖ ἐγὼ ῥέξω βοῦν ἤνιν εὐρυμέτωπον ... | |
1 | Sch. A ad Κ 292 (Hrd. 2, 71, 10): Ἦνιν: Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν ὡς μῆνιν· καὶ τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον. Τυραν‐ νίων δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώσει καὶ τὴν ἐπὶ τέλους ἐκτείνεσθαι· ὀξεῖα γὰρ μετὰ μακρᾶς βραχείας ἐπιφερομένης οὐ πίπτει | |
5 | κατὰ τὸ κοινὸν ἔθος, ὑπεσταλμένων τῶν σεσημειωμένων, λέγω δὲ τοῦ εἴθε, αἴθε, ναίχι, περὶ ὧν καὶ λόγον δεδώκαμεν (sc. 1, 496, 24. 506, 1): τάχα οὖν καὶ τὸ ἦνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικόν· „ἤνις ἠκέστασ“ (Ζ 94. 275. 309): καὶ γὰρ πόλῑς λέγουσι | |
καὶ πόλῐν καὶ μάντῑς καὶ μάντῐν. | ||
23(1n) | Λ 191—2: αὐτὰρ ἐπεί κ’ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ | |
2n | εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω ... | |
1 | Sch. A ad Λ 192 (Hrd. 2, 73, 11): Ἄλεται: ψιλοῦται, εἴτε ἐπὶ τοῦ ἐκ‐ κλίνειν τάσσηται, ὥς φησιν ὁ Ἀσκαλωνίτης (p. 51 B.), εἴτε ἐπὶ τοῦ συστραφῆναι, ὡς καὶ Τυραννίων, ᾧ καὶ μᾶλλον συγκατατίθεμαι. πολλὴ δὲ ἡ κίνησις αὐτοῦ παρὰ τῷ ποιητῇ· ὁριστικὸς μὲν γὰρ δεύ‐ | |
5 | τερος ἀόριστος· „τῇ ὕπο πᾶς ἐάλη“ (Ν 408), καὶ πληθυντικὸν τρίτον κατὰ συγκοπήν· „οἱ δή τοι εἰς ἄστυ ἄλεν“ (Χ 12), ἀπαρέμφατόν τε· „ἢ λαοὺς εἰς τεῖχος ὁμοκλήσειεν ἀλῆναι“ (Π 714) ... τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡς λάβηται. συστολῇ οὖν ἐγένετο ἢ μεταβολῇ ἐγκλίσεως, ὁμοίως τῷ „ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων“ (Ι 409) | |
10 | ... τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ, ὃ σημαντικόν ἐστι τοῦ πλανῶ, | |
ὅπερ ψιλοῦται. | ||
24(1n) | Λ 326: ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω (sc. Ulixes et Diomedes). | |
1 | Sch. A ad Λ 326 (Hrd. 2, 75, 1): Παλινορμένω: Τυραννίων δύο ποιεῖ, ὁ δὲ Ἑρμαπίας σύνθετον ἐκδέχεται καὶ Ἀρίσταρχος. εἴρηται δὲ περὶ τῆς συνθέσεως τοῦ πάλιν ὡς πρὸς τὰς μετοχὰς ἐν τῇ Α (sc. ad v. 59), | |
ὅτε περὶ τοῦ πλαγχθέντας διελαμβάνομεν. | ||
25(1n) | Λ 394—5: ὁ δέ θ’ αἵματι γαῖαν ἐρεύθων | |
2n | πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες. | |
1 | Sch. A adΛ 395 (Hrd. 2, 75, 26): Περὶ πλέες: Τυραννίων περίπλεες συνθέτως ἀνέγνω, τὴν ρι συλλαβὴν ὀξύνων. ὁ δὲ Ἀσκαλωνίτης (p. 51 B.) κατὰ παράθεσιν, λέγων λείπειν τὴν αὐτόν, ἵνα ᾖ περὶ αὐτὸν πλέες. οὕτως δὲ καὶ Ἀλεξίων (fr. 43 B.) λόγῳ τούτῳ ὅτι καὶ κατ’ | |
5 | ἰδίαν ἄνευ τῆς προθέσεως εὑρέθη τὸ πλέες καὶ τὰ ἀπ’ αὐτοῦ κινήματα· „τόσσον ἐγώ φημι πλέας ἔμμεναι“ (Β 129): οὐ γὰρ πολλούς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι τοῦ „πλέονές κεν μνηστῆρεσ“ (ς 247) συγκοπή ἐστιν ἡ πλέες φωνή, μὴ ὄντος δὲ ἄρα τοῦ συνθέτου 〈περι〉πλέονες, δοθήσεται μηδὲ τὸ ἀπ’ αὐτοῦ συγκεκομμένον. ἔνθεν | |
10 | ἐπείσθησαν κατὰ παράθεσιν ἀναγινώσκειν, λειπούσης τῆς αὐτόν. | |
26(1n) | Λ 409—10: ὃς δέ κ’ ἀριστεύῃσι μάχῃ ἔνι, τὸν δὲ μάλα χρεὼ | |
2n | ἑστάμεναι κρατερῶς, ἤ τ’ ἔβλητ’ ἤ τ’ ἔβαλ’ ἄλλον. | |
1 | Sch. A ad Λ 409 (Hrd. 2, 75, 36): Τὸν δέ: Ἀλεξίων (fr. 44 B.) 〈τὸ〉 τόνδε ἓν μέρος λόγου ἐκδέχεται καὶ παροξύνει, ἵνα ἰσοδυναμῇ ἀνα‐ φορικῇ τῇ τοῦτον. Τυραννίων δὲ δύο μέρη λόγου ποιεῖ, ἵνα ᾖ τοῦτον δέ, κατὰ ἀναφορὰν ὁμοίως. ἔφαμεν δὲ ὅτι παρὰ τῷ ποιητῇ ἡ διὰ τοῦ | |
5 | δε ἐπὶ ταύτης τῆς ἀντωνυμίας ἐπέκτασις σπανίως μὲν εὑρέθη ἐπ’ | |
ἀναφορᾶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ „τοῦσδε δ’ ἔα φθινύθειν“ (B 346), ὥστε οὐδὲν κεκώλυκε καὶ ἐνθάδε τὸ τοιοῦτο παραδέξασθαι διὰ τὸ ἤδη πεπεῖσθαι τὴν παράδοσιν. βεβαιοτέρα μέντοι ἐστὶν ἡ τοῦ Τυραννίωνος ἀνάγνωσις· οὐδὲν γὰρ ἐναντιοῦται. | ||
27(1n) | Λ 453—4: ... ἀλλ’ οἰωνοὶ | |
2n | ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες. | |
1 | Sch. A ad Λ 454 (Hrd. 2, 76, 26): Ὠμησταί: Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων δὲ ὡς κομῆται, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἄμεινον δὲ λέγει 〈ν〉 ὡς ὅτι τὰ εἰς της λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ ς, ὑπὲρ δύο συλλαβὰς ὄντα, ὀξύνεται, ἑρπηστής, ὀρχηστής. | |
5 | οὕτως οὖν καὶ ὠμηστής. | |
28(1n) | Λ 495: ... πολλὸν δέ τ’ ἀφυσγετὸν εἰς ἅλα βάλλει ... | |
1 | Sch. A ad Λ 495 (Hrd. 2, 77, 8): Ἀφυσγετόν: Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ὑετόν, ὁ δὲ Τυραννίων βαρύνει ὁμοίως τῷ ἀτρύγετον. ἔστι δὲ ἐκεῖνο ὑπὲρ τοῦ Ἀριστάρχου λέγειν ὅτι τὰ ὑπὲρ τρεῖς συλλαβάς, διὰ τοῦ ετος ἐκφερόμενα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ, | |
5 | ἐπιθετικῶς μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλους θέλει ἔχειν τὴν ὀξεῖαν, ὥσπερ ἔχει τὸ ἀμαιμάκετος, περιμήκετος. τὸ δὲ λα〈ι〉λαπετός μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ Ἰαπετός ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυσγετός οὐκ ἔστιν ἐπιθετικόν, ὑγιῶς ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί | |
10 | τινι. | |
29(1n) | Μ 20: ... Ῥῆσός θ’ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε ... | |
1 | Sch. A ad Μ 20 (Hrd. 2, 80, 2): Κάρησος: Τυραννίων ὀξύνει τὸ Κάρη‐ σος ὡς Παρνασσός· οὕτως γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρχος βαρύνει ὡς Κάνωβος. εἴπομεν δὲ ἐν ἑτέροις ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρι‐ | |
5 | κὴν ἀνάγνωσιν, ὁπότε περὶ τοῦ Γλισᾶντα (Β 504) διελάβομεν, εἴγε Διονύσιος (fr. *9 L.) ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ι καὶ μὴ 〈προ〉περισπᾶν. τό τε Λύκαστος (cf. Β 647) ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι ἡμῶν ἀναγινωσκόντων βαρυτόνως. οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρησος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις | |
10 | προενέγκασθαι τὴν λέξιν. τάχα δέ, ἐπεὶ ἑώρα τὰ εἰς σος λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνόμενα, τῷ η παραληγόμενα, ἕτερον ἔχοντα ς, τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως, εἴγε τὸ Ἁλικαρνησσός δισσὸν ἔχει τὸ ς, Λυκαβησσός, Ταρτησσός, τὸ μέντοι Κάρησος ἕν ἔχει τὸ ς. ἴσως οὖν διὰ τοῦτο | |
15 | ἐξηλλάγη. | |
30(1n) | Μ 427—31: πολλοὶ δ’ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ ... | |
2n | πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν | |
3n | ἐρράδατ’ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν. | |
1 | Sch. A ad Μ 430 (Hrd. 2, 83, 24): Πάντῃ δή: ὁ μὲν Ἀρίσταρχος τὸν δή σύνδεσμον παρέλαβεν. Τυραννίων δὲ ἐκδέχεται τὸ ᾗ ἐπίρρημα τοπικόν, ἵνα δύο μέρη λόγου ὑπάρχῃ, δέ καὶ ᾗ, καὶ προστίθησι τὸ ι καὶ δασύνει ὁμοίως τῷ „ᾗ ῥ’ ὅ γ’ ὁ λυσσώδησ“ (Ν 53). οὐκ ἀναγκαῖον | |
5 | δέ· ἤδη γὰρ πρόκειται τὸ πάντῃ τοπικόν. | |
31(1n) | Μ 461—2: ... σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη | |
2n | λᾶος ὑπὸ ῥιπῆς· | |
1 | Sch. A ad Μ 462 (Hrd. 2, 83, 31): Λᾶος ὑπὸ ῥιπῆς: τὴν πρόθεσιν Τυραννίων ἀναστρέφει, ἵνα τὸ ἑξῆς ὑπάρχ〈ῃ〉 ὑπὸ λίθου ῥιπῆς. οὐκ ἀναγκαῖον δέ· τί γὰρ κωλύει φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως | |
καὶ εἶναι ὑπὸ ῥιπῆς λίθου; | ||
32(1n) | Ν 191—2: ἀλλ’ οὔπῃ χροὸς εἴσατο, πᾶς δ’ ἄρα χαλκῷ | |
2n | σμερδαλέῳ κεκάλυπτο. | |
1 | Sch. A ad Ν 191 (Hrd. 2, 85, 17): Χροός: Ἀλεξίων (fr. 53 B.) φησὶν ὅτι Ἀρίσταρχος ὡς σοφός προηνέγκατο, Τυραννίων δὲ ὡς πόλος. καὶ ἔχει λόγον ἑκατέρα ἡ ἀνάγνωσις· ἐὰν μὲν χρόος ὡς πόλος κατ’ εὐθεῖαν πτῶσιν ἀναγνῶμεν, ἔσται τὸ λεγόμενον ἀλλ’ οὐδαμῶς ὁ | |
5 | χρὼς ἐφάνη· ἐὰν δὲ χροός ὡς σοφός κατὰ γενικὴν πτῶσιν, ἔσται ἀλλ’ οὐδαμῶς τοῦ χρωτὸς διῆλθε· τὸ γὰρ εἴσομαι καὶ τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖς περὶ τῆς ἀναγνώσεως ἐκεῖνο ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν ἐκδέχεσθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθος εὐθεῖαν μὲν ἐπίστασθαι εἰς ως περατουμένην· „ἐπεὶ | |
10 | οὔ σφι λίθος χρὼς οὐδὲ σίδηροσ“ (Δ 510): καὶ ἀκόλουθος αἰτιατική· „χρῶτ’ ἀπονιψαμένη“ (ς 172). τὰς δὲ ἄλλας πλαγίους οἶδεν ἀπὸ τῆς εἰς ους εὐθείας· „χροὸς ἄμεναι ἀνδρομέοιο“ (Φ 70), „χροῒ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα“ (Ι 596): καὶ τὴν αἰτιατικήν· „μή τις χρόα καλόν“ (cf. Ν 649). ὥστε εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις, τί | |
15 | ἐστι τὸ κατεπεῖγον μὴ τῇ συνήθει κλίσει τὴν ἀνάγνωσιν ποιεῖσθαι; | |
33(1n) | Ν 382: ... οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν. | |
1 | Sch. A ad Ν 382 (Hrd. 2, 86, 8): Ἑεδνωταὶ: ὡς χρυσωταὶ καὶ ποιηταί· οὕτως πάντες. Τυραννίων δὲ προπερισπᾷ, οὐχ ὑγιῶς. προείρηται δὲ ἡμῖν (sc. ad Ε 158) τὰ τῆς προσῳδίας ὡς τὰ εἰς της ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς φύσει μακρᾷ παραληγόμενα ὀξύνεσθαι | |
5 | θέλει, αὐλητής, πειρατής, χηρωστής, βραβευτής. οὕτως οὖν καὶ τὸ ἑεδνωτής, σχηματισθὲν παρὰ τὸ „ἑεδνώσαιτο θύγατρα“ (β 53). περὶ | |
δὲ τοῦ ἀήτης καὶ 〈τοῦ〉 κυβερνήτης βαρυνομένων λόγον δίδομεν. | ||
34(1n) | Ν 543: ἐκλίνθη δ’ ἑτέρωσε κάρη, ἐπὶ δ’ ἀσπὶς ἑάφθη ... | |
1 | Sch. A ad Ν 543 (Hrd. 2, 87, 11): Ἑάφθη: Ἀρίσταρχος δασύνει, ἀπὸ τοῦ ἕπεσθαι· φησὶ γὰρ ὅτι ἐπηκολούθησεν αὐτῷ. καὶ δῆλον ὅτι παρὰ τὸ ἕπω ἥφθη ἢ εἵφθη ὤφειλεν εἶναι ὁ ἀόριστος, καὶ κατὰ διαίρεσιν ἐγίνετο ἑάφθη, ὡς τὸ ἤγη ἐάγη (Λ 559 al.), ἤλη ἐάλη (Ν 408 al.), | |
5 | ἥλω ἑάλω, τῆς δασείας ἐπὶ τὴν ἀρχὴν χωρούσης, ὡς ἔθος. ταῦτα ὁ Τρύφων (fr. 101 Vels.) ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριστάρχου, πιθανῶς πάνυ. ἡμεῖς δ’ ἔχομεν περὶ τὸν σχηματισμόν τι ἐξαίρετον συμβεβηκὸς ἐπιστῆσαι. πρὸς τὸ πρῶτον ἡ ει δίφθογγος ἐν τοῖς παρῳχημένοις ἄρχουσα εἰ διαιροῖτο, εἰς δύο εε διαιρεῖται, εἶρτο ἔερτο, „ἀτὰρ ἠλέ‐ | |
10 | κτροισιν ἔερτο“ (ο 460), εἴργνυ ἐέργνυ, „κατὰ συφεοῖσιν ἐέργνυ“ (κ 238). οὐκ ἄρα ἐκ τοῦ εἵφθη ἐγένετο ἡ διαίρεσις. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεσθαι τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρως τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνεσθαι καὶ διὰ τῆς ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ ἑλκῶ περισπωμένου εἵλκεον (Ρ 395) φήσας τὸν παρα‐ | |
15 | τατικὸν διὰ τοῦ η τὸν ἀόριστον ἐξήνεγκεν ἐν τῷ „Λητὼ γὰρ ἥλκησε, Διὸς 〈κυδρὴν παράκοιτιν〉“ (λ 580). ἀλλ’ οὐ θέλει πάλιν τὸ η τὸ κατ’ ἀρχὴν τῶν παρῳχημένων εἰς ε καὶ α διαλύεσθαι, ὁπότε ὁ ἐνεστὼς ἄρχει ἀπὸ τοῦ ε, ἀπὸ μέντοι τοῦ α καὶ η, ὡς δῆλον ἐκ τῶν τοιούτων· ἤλη ἐάλη (ἀλῶ γὰρ τὸ θέμα· πρόδηλον κἀκ τῆς ἀλείς [Π 403 al.] μετ‐ | |
20 | οχῆς), 〈ἤγη〉 ἐάγη. πῶς οὖν παρὰ τὸ ἕπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖσθαι; διὸ ὁ Τυραννίων ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριστος, φησίν, ἥφθη καὶ ποιητικῶς ἅφθη, προσόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προσερχόμενον ε ταῖς δασυνομέναις λέξεσι μεταληπτικὸν γίνεται τῆς ἐκείνων δασύτητος, πρόδηλον κἀκ τοῦ ἑέρσας (Λ 53), | |
25 | ἕεδνα (α 277 al.), ἑήνδανε (Ω 25. γ 143), ἑώρων. οὕτως οὖν καὶ τὸ ἑάφθη ἔχει. σημαίνει δὲ τὸ οἱονεὶ συνήφθη αὐτῷ. ταῦτα μὲν ὁ Τυραν‐ νίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεσιν παραλαμβάνειν ὁ ἀνήρ, οὐδὲν ἦν τὸ | |
κωλῦον. | ||
35(1n) | Ν 809: Αἴας δὲ πρῶτος προκαλέσσατο, μακρὰ βιβάσθων. | |
1 | Sch. A ad Ν 809 (Hrd. 2, 88, 22): Βιβάσθων: Τυραννίων περισπᾶ, οὐχ ὑγιῶς· ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματος, περιπλεονάσαντος τοῦ ς, ὥς φησι Φιλόξενος, εἴτε ἀπὸ ὀνόματος τοῦ βιβαστός βιβάσθων ὡς ἀϊστὸς | |
5 | ἀΐσθων (Π 468): γίνεται γάρ τινα ἀπὸ τῶν εἰς τος κατὰ μεταβολὴν τοῦ τέλους εἰς θω βαρύτονα ῥήματα, ἐγερτός ἐγέρθω, ἐρεκτός ἐρέχθω, ἀϊστός ἀΐσθων· οὕτως καὶ παρὰ τὸ βιβαστός βιβάσθων. παραιτητέον | |
δὲ καὶ τοὺς ὀξύνοντας ὡς δεύτερον ἀόριστον. | ||
36(1n) | Ξ 396: οὔτε πυρὸς τόσσος γε πέλει βρόμος αἰθομένοιο ... | |
1 | Sch. A ad Ξ 396 (Hrd. 2, 91, 21): Τόσσος γε: Ἀρίσταρχος φυλάσσει τὴν ὀξεῖαν ἐπὶ τῆς τος συλλαβῆς, ὁ δὲ Τυραννίων τοσσόσγε ἀνέγνω τὴν σος συλλαβὴν ὀξύνων, οὐκ εὖ· ὁ γὰρ γέ οὐκ ἀλλάσσει τὸν τόνον τῶν πρὸ ἑαυτοῦ λέξεων. εἰ δέ τις λέγοι ἐπέκτασιν εἶναι, μὴ σύνδεσμον, | |
5 | ἴστω ὅτι τὸ ἐναντίον χωρήσει. ἡ γὰρ διὰ τοῦ γέ ἐπέκτασις τρίτην | |
ἀπὸ τέλους ἐποίει τὴν ὀξεῖαν, ἔγωγε, ἔμοιγε. | ||
37(1n) | Ο 3—4: οἱ μὲν δὴ παρ’ ὄχεσφιν ἐρητύοντο μένοντες, | |
2n | χλωροὶ ὑπαὶ δείους, πεφοβημένοι· | |
1 | Sch. A ad Ο 4 (Hrd. 2, 92, 3): Ὑπαὶ δείους: ἡ ὑπό πρόθεσις ὑπαί ἐγένετο ὁμοίως τῇ „ὑπαὶ πόδα νείατον Ἴδησ“ (Β 824): καὶ ἔστι τὸ ἑξῆς ὑπὸ δέους. οὕτω καὶ Ἀρίσταρχος· διὸ παραιτητέον τὸν Τυραν‐ νίωνα βαρύνοντα τὴν ὑπαί καὶ ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα (Ο 520 al.) | |
5 | εἶναι πάθος τὸ τῆς ἀποκοπῆς. | |
38(1n) | Ο 605—6: μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ | |
2n | οὔρεσι μαίνηται, βαθέης ἐν τάρφεσιν ὕλης· | |
1 | Sch. A ad Ο 606 (Hrd. 2, 96, 24): Τάρφεσιν: ὡς βέλεσιν οἱ πλείους· | |
καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα· οὐ γάρ ἐστιν ἐπιθετικόν, ὡς ἀξιοῖ Τυραννίων. ὁ μέντοι Ἀριστοφάνης ἐκεῖνό φησιν, ὅτι ἐὰν μὲν τοῖς δάσεσιν, ὡς βέλεσι τάρφεσιν, ἐὰν δὲ τὸ ἐπιθετικόν, ταρφέσιν ὡς | ||
5 | ὀξέσιν. | |
39(1n) | Ο 607: ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο ... | |
1 | Sch. A ad Ο 607 (Hrd. 2, 96, 28): Ἀφλοισμός: ὀξυτόνως ἀναγνω‐ στέον· τὰ γὰρ εἰς μος λήγοντα ὑπὲρ δύο συλλαβάς, ἔχοντα πρὸ τοῦ μ τὸ ς, ὀξύνεσθαι θέλει, μερισμός, ὁπλισμός. ἔνιοι δὲ αὐτὸ παρὰ τὸ ἀφρισμός μεταβολῆς γενομένης τοῦ ρ εἰς τὸ λ καὶ πλεονάσαντος τοῦ ο. | |
5 | οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω (cf. Φ 361), φλοισμός καὶ ἀφλοισμός ἐν | |
πλεονασμῷ τοῦ α· διὸ οὐ δεόντως ὁ Τυραννίων προπαροξύνει. | ||
40(1n) | Ο 697—8: φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν | |
2n | ἀντέσθ’ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο. | |
1 | Sch. A ad Ο 698 (Hrd. 2, 97, 17): Ἄντεσθ’: Τυραννίων παροξύνει ὡς λαβέσθαι, πυθέσθαι, ἐκδεχόμενος μέσον δεύτερον ἀόριστον, οὐχ ὑγιῶς· σημαίνει γὰρ παρατατικόν. καὶ ἔστι τὸ ῥῆμα παρ’ αὐτῷ 〈καὶ περισπώμενον〉 καὶ βαρυνόμενον. τὸ γὰρ „ἤντης’ οὐδὲ ἴδον“ (δ 201) | |
5 | καὶ „ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέροσ“ (Π 423) ἀπὸ περισπωμένου κέκλιται. τὸ δὲ „ὡς ἄν τίς σε συναντόμενοσ“ (ρ 165) ὡς ἁπτόμενος καὶ „ἤντετο γάρ τοι Φοῖβοσ“ (Π 788) ὡς ἥπτετο ὁμολογεῖ τὴν βαρεῖαν | |
τάσιν. οἶς ἀκόλουθον καὶ τὸ ἄντεσθαι. | ||
41(1n) | Π 541—2: κεῖται Σαρπηδών, Λυκίων ἀγὸς ἀσπιστάων, | |
2n | ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ. | |
1 | Sch. A ad Π 542 (Hrd. 2, 102, 24): Εἴρυτο: Ἀρίσταρχος τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶς πάνυ. ὁ δὲ Τυραννίων προπερισπᾷ ἐκ τοῦ εἰρύετο φάσκων αὐτὸ συνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰς μι ὁμοίως τῷ ἐζεύγνυτο, ἤνυτο („θοῶς δέ οἱ ἤνυτο ἔργον“ | |
5 | [ε 243]) ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (Π 640. ε 403) | |
καὶ εἴρυτο. | ||
42(1n) | Π 827—8: ὣς πολέας πέφνοντα Μενοιτίου ἄλκιμον υἱὸν | |
2n | Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα. | |
1 | Sch. A ad Π 827 (Hrd. 2, 103, 39): Πέφνοντα: ὡς τέμνοντα· οὕτως | |
καὶ Ἀρίσταρχος. ὁ δὲ Τυραννίων παροξύνει ὡς λαβόντα, δεύτερον ἀόριστον ἐκδεχόμενος. οὕτως δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει („κῆρ ἄχεος μεθέηκα, χερείονά περ καταπεφνών“ [Ρ 539]) τοῦ Ἀριστάρχου | ||
5 | βαρύνοντος. καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι. εἰ γὰρ πέφνω, πέφνεις, πέφνει οὐ λέγομεν, ὑποτακτικὸς δὲ πέφνω, πέφνῃς, πέφνῃ καὶ „πέφνε γὰρ Ὀθρυονῆα“ (Ν 363) καὶ ἔστι δεύτερος ἀόριστος ὡς ἔλαβε, λάβω, λάβῃς, λάβῃ, δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι Ἀρίσταρχος καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη | |
10 | καὶ οὕτως ἐβάρυνεν· ἐπεὶ γὰρ αἱ εἰς νων λήγουσαι μετοχαί, ἔχουσαι πρὸ τοῦ ν σύμφωνον κατ’ ἐπιπλοκήν, ἤτοι ἐβαρύνοντο ἢ περιεσπῶντο, οὐδέποτε δὲ ὠξύνοντο, ὥσπερ ἔχει ἡ τέμνων, κάμνων, πίτνων, ἐδοκί‐ μαζε καὶ τὴν πέφνων βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τις λέγοι, διὰ τί γὰρ οὐ περισπᾷ, διδαχθήσεται ἐκ τῆς κλίσεως· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν | |
15 | ἢ πεφνῶντα ὡς νοοῦντα. οὕτως δὲ καὶ ἡ ἴσας μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ τῇ ποιότητι τοῦ στοιχείου, οὐ τῇ κλίσει τῇ τοῦ | |
ἐνεστῶτος, ὥσπερ ἀπεδείξαμεν. | ||
43(1n) | Ρ 39—40: ... εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε’ ἐνείκας | |
2n | Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. | |
1 | Sch. A ad Ρ 40 (Hrd. 2, 104, 26): Φρόντιδι: ὡς Ἤλιδι. οὕτως Τυραν‐ νίων, καὶ ἐπείσθη ἡ παράδοσις. ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντίς· τὰ γὰρ εἰς τις λήγοντα θηλυκὰ δισύλλαβα, μὴ ὄντα ἐπιθετικά, παρα‐ ληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ σὺν ἑτέρῳ φωνήεντι, ὀξύνεσθαι θέλει, | |
5 | κοιτίς, Προιτίς, φροντίς, οὐτίς τὸ ζῶον παρ’ Ἀλκμᾶνι (fr. 143 P.). οὕτως οὖν καὶ φροντίς, εἰ μὴ ἄρα, ἐπεὶ κύριον τοῦτο, καὶ βαρυτονη‐ θήσεται. οὐ μάχεται τὸ πόρτις· καὶ γὰρ χωρὶς τοῦ τ· „πόριες περὶ βοῦς ἀγελαίασ“ (κ 410). μὴ ὄντα ἐπιθετικὰ πρόσκειται διὰ τὸ πότις, | |
ᾧ παράκειται τὸ πότης. | ||
44(1n) | Ρ 218: ... Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν. | |
1 | Sch. A ad Ρ 218 (Hrd. 2, 105, 22): Φόρκυν: ὡς βότρυν, ἀπ’ εὐθείας τῆς εἰς ς ληγούσης· ἡ μέντοι Φόρκυνα (Ρ 312) αἰτιατικὴ ἀπ’ εὐθείας τῆς εἰς ν. τὸ δὲ τοιοῦτον ἴδιον ποιητικῆς. οὐχ ὑγιῶς δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φησί, καὶ ἡ εὐθεῖα ἐκτεινομένη· „Φόρκυς αὖ | |
5 | Φρύγας ἦγε“ (Β 862): ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ | |
οὐδὲν κατεπείγει. | ||
45(1n) | Σ 266: ἀλλ’ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται. | |
1 | Sch. T ad Σ 266 (Hrd. 2, 107, 18): Πίθεσθέ μοι: Τυραννίων παρώξυνε τὸ πίθεσθε ἀγνοῶν ὅτι μεταγενεστέρων Ἰώνων ἐστὶ τὰ τοιαῦτα, | |
πιθέσθε, λαβέσθε. | ||
46(1n) | Σ 579—80: σμερδαλέω δὲ λέοντε δύ’ ἐν πρώτῃσι βόεσσι | |
2n | ταῦρον ἐρύγμηλον ἐχέτην. | |
1 | Sch. A ad Σ 580 (Hrd. 2, 109, 32): Ἐρύγμηλον: ὡς βέβηλον. τὰ γὰρ διὰ τοῦ ηλος ὑπὲρ δύο συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαρο‐ ξύνεσθαι θέλει, κάμηλος καὶ φάσηλος, Στύμφηλον (Β 608). τὰ μέντοι ἐπιθετικὰ ὀξύνεσθαι μὲν θέλει, ὅτε παρασχηματισμὸν ἔχει θηλυκοῦ, | |
5 | σιγηλός, ὑψηλός, ἀπατηλός, μὴ οὕτως δὲ ἔχοντα βαρύνεσθαι, βέβηλος, κίβδηλος, κάπηλος. εἰ δὴ καὶ τὸ ἐρύγμηλος οὐκ ἔχει θηλυκόν, δῆλον ὅτι ὑγιῶς βαρυτονηθήσεται καὶ οὐ δεόντως αὐτὸ Τυραννίων ὀξύνει. ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸς „ἤρυγεν ἑλκόμενος | |
Ἑλικώνιον“ (Υ 404), ἐρύγηλος, καὶ ἐν πλεονασμῷ τοῦ μ ἐρύγμηλος. | ||
47(1n) | Υ 72: Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς. | |
1 | Sch. A ad Υ 72 (Hrd. 2, 113, 3): Σῶκος: Τυραννίων ἀξιοῖ ὀξύνειν, ἵνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον· „ὦ Σῶχ’, Ἱππάσου υἱέ“ (Λ 450), ὥσπερ ἐπὶ τοῦ Λεῦκος, Γλαῦκος. οὐκ ἔστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον, ἀλλὰ ἴδιον τοῦ Ἑρμοῦ, ὥσπερ καὶ τοῦ Ἀπόλλων | |
5 | βαρυνόμενον τὸ Φοῖβος· διὸ βαρυτονητέον ὁμοίως καὶ αὐτῷ τῷ κυρίῳ. εἰσὶ δὲ οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό· ἐκ γὰρ τοῦ σάοικος γεγενῆσθαι τὴν κρᾶσιν· οὕτω δὲ δώσουσι καὶ προσκείμενον τῷ ω τὸ ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. τὰ μέντοι εἰς κος λήγοντα δισύλλαβα 〈οὐ〉 παρεσχηματισμένα εἰς γένος | |
10 | θηλυκόν, φύσει μακρᾷ παραληγόμενα βαρύνεσθαι θέλει οἷον φῶκος, | |
θῶκος· οὕτως σῶκος. σεσημείωται τὸ σηκός. | ||
48(1n) | Φ 186—7: φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος, | |
2n | αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. | |
1 | Sch. bT ad Φ 186: Φῆσθα: προπερισπαστέον· παρατατικοῦ γάρ ἐστιν. Τυραννίων δὲ βαρύνει ὡς ἐνεστῶτος (bT) χρόνου καὶ μετὰ τοῦ ι | |
γράφει. (T) | ||
49(1n) | Φ 393: ... χάλκεον ἔγχος ἔχων καὶ ὀνείδειον φάτο μῦθον. | |
1 | Sch. Ge ad Φ 393: Καὶ ὀνείδειον φάτο μῦθον: ὡς Ὁμήρειον. Τυ‐ ραννίων ὡς ἀχρεῖον περισπᾷ· διαίρεσιν γάρ, φησίν, ἐπιδέχεται ὀνειδεΐον· 〈ἡ δὲ ὀξεῖα καὶ ἡ βαρυνομένη συνίζουσαι περισπωμένην ποιοῦσιν. Ἡρωδιανὸς δὲ ὡς τέλειον καὶ ὄρειον. οὕτως γὰρ ἐκπίπτει | |
5 | καὶ τὰ τῆς παραγωγῆς, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰς ος οὐδετέρῳ ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώτης συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας·〉 διὸ καὶ ἐν εʹ γράφεται· ὡς τέλος τέλειον, ἕλος ἕλειον, οὕτως ὄνειδος ὀνείδειον· διὰ τῆς ει διφθόγγου ἡ παρα‐ | |
γωγή, καὶ προπαροξύνεται. | ||
50(1n) | Φ 467: ... παυώμεσθα μάχης· οἱ δ’ αὐτοὶ δηριαάσθων. | |
1 | Sch. h (M1 P11) ad Φ 467: Δηριαάσθων: Τυραννίων τὸ (sc. δεύτερον) α συνέστειλεν, ὁ δὲ Ἀσκαλωνίτης ἐξέτεινεν ὁμοίως τῷ δηριάσθων, ἀδιαιρέτῳ α. καὶ ὀφείλομεν πείθεσθαι· ὁ γὰρ χαρακτὴρ τῆς διαιρέσεως τοῦτο ἀπαιτεῖ. περὶ δὲ τοῦ αἰτιάασθαι καὶ τῶν λοιπῶν ἀπαρεμφάτων, | |
5 | διότι συνεστείλαμεν τὸ δεύτερον α, προείρηται (sc. ad Ζ 268). | |
51(1n) | Φ 497: Λητὼ δὲ προσέειπε διάκτορος Ἀργειφόντης· | |
1 | Sch. Ge ad Φ 497: Λητώ: Τυραννίων περισπᾷ, ἐπεὶ οἱ Δωριεῖς διαιροῦσι | |
Λητόα λέγοντες. | ||
52(1n) | Χ 346—7: αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνείη | |
2n | ὤμ’ ἀποταμνόμενον κρέα’ ἔδμεναι ... | |
1 | Sch. T ad Χ 347 (Hrd. 2, 120, 7): Κρέα ἔδμεναι: κατὰ συστολὴν τὸ κρέα ὡς καὶ ἐν τῇ συνηθείᾳ· ἐκτείνει δὲ Τυραννίων· ἀλλ’ οὐδέποτε ὁ | |
ποιητὴς κρέαα εἶπεν. | ||
53(1n) | α 174: καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ ἐῢ εἴδω ... | |
1 | Sch. α 174 (Hrd. 2, 131, 19): Εὖ εἰδῶ: τὸ εἰδῶ Τυραννίων μὲν βαρύνει, | |
Ἀρίσταρχος δὲ περισπᾷ, ᾧ καὶ πειστέον. | ||
54(1n) | ζ 200: ἦ μή πού τινα δυσμενέων φάσθ’ ἔμμεναι ἀνδρῶν; | |
1 | Sch. ζ 200 (Hrd. 2, 145, 31): Δυσμενέων φάσθ’ ἔμμεναι: Τυραννίων συστέλλει ἀπὸ τοῦ φημί ὁμοίως τῷ „καὶ ἀγγελίην ἀπόφασθε“ (Ι 649). | |
τινὲς δὲ ὁμοίως τῷ νικᾶσθε, ὡς καὶ ἐπεκράτησεν. | ||
55(1n) | π 421—2: μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε | |
2n | ῥάπτεις ...; | |
1 | Eust. 617, 32: Τὸ δὲ μαργαίνειν, ὅ ἐστι μαίνεσθαι, καὶ ὁ πρωτότυπος αὐτοῦ μάργος βαρυτόνως ἢ μαργός ὀξυτόνως κατὰ Τυραννίωνα ἢ ἐκ τοῦ μή ἀρνητικοῦ καὶ τοῦ ἔργον γίνεται κατὰ τοὺς παλαιοὺς ἢ ἐκ τοῦ μὴ ἀρήγειν· οὔτε γὰρ ἔργον τι σπουδαῖον τῷ μαργαίνοντι οὔτε | |
5 | ἀρήγεται ὡς ἀποδυσπετῶν. | |
56 | Su. τ 1185: ... Περὶ τῶν μερῶν τοῦ λόγου, ἐν ᾧ λέγει (sc. ὁ Τυραννίων) ἄτομα μὲν εἶναι τὰ κύρια ὀνόματα, θεματικὰ δὲ τὰ προσηγορικά, ἀθέματα δὲ τὰ μετοχικά. | |
57 | Sch. D. Thr. 121, 16: ... Ὥστε οὐκ ὀρθῶς ὡρίσατο Τυραννίων τὴν γραμματικὴν εἰπών· „γραμματική ἐστι θεωρία μιμήσεωσ“· οὐ μόνον γὰρ περὶ μίμησιν καταγίνεται, ἀλλὰ καὶ περὶ λέξεις μὴ ἐχούσας | |
μίμησιν. | ||
58 | Ap. Dysc. pron. 4, 1: Εἰ τὰ ὡρισμένα σεσημείωται, αἱ δὲ ἀντωνυμίαι ὡρισμένα πρόσωπα παριστᾶσιν, οὐκ ἀπιθάνως ὁ Τυραννίων ση‐ μειώσεις αὐτὰς ἐκάλεσεν. ἀλλ’ ἴσως ἐλλιπὲς τὸ τοιοῦτον· οὐδὲν γὰρ | |
τῶν παρακολουθούντων αὐταῖς παρίστησιν. | ||
60(1n) | Nic. th. 52—3: ... χαλβάνη ἄκνηστίς τε καὶ ἡ πριόνεσσι τομαίη | |
2n | κέδρος ... | |
1 | Sch. Nic. th. 52c: Ἄκνηστις δὲ οἱονεὶ πολύκνηστις, ὥσπερ καὶ τὸ ἄξυλος ὕλη καὶ ἡ πολύξυλος. τὴν δὲ ἄκνηστιν οἱ μὲν τὴν κνίδην ἢ ἀκαλήφην, οἱ δὲ τὴν σκίλλαν φασίν. ὁ μὲν Τυραννίων τὴν σκίλλαν, | |
Ἀπολλώνιος δὲ ὁ Μεμφίτης τὸ κνέωρον, ὃ δή τινες κνῆστρον καλοῦσιν. | ||
61(1n) | Pap. Oxy. 2390, fr. 2, col. I, 2 (Alcm. fr. 5, p. 22 Page): | |
2 | []..ν οὐδ.[] [] παρασταθεῖσαν [] τ̣ὴν Ἀφροδίτην Θέ‐ | |
5 | ων [ καὶ Τ]υραννίων ἀναγι‐ νώσκου[σι χρυσῶ] κατὰ γενικήν, ἵν’ ἦι· οὐδὲ εἷς [σε μέμ]ψεται πλησίον χρυσοῦ στᾶσαν οὐ[δὲ] ἐ̣[ξελ]έγξει σε χρυσός, ἀλλὰ | |
διοίσεις αὐτόν. | ||
62 | Sch. Theocr. 1, 136: Σκῶπες: εἶδος ὀρνέων κακόφωνον. Ἀλέξανδρος (fr. 13 Wellm., Herm. 26, 1891, 550) φησὶ τοὺς σκῶπας οὐκ ἐπιτερ‐ πεῖς τῇ φωνῇ· διὸ καὶ παρ’ Ὁμήρῳ (ε 66) φησὶν ὀρθῶς δοκεῖν γρά‐ φεσθαι „σκῶπές τ’ ἴρηκές τε“, οὐ δεῖν δὲ γράφειν χωρὶς τοῦ ς· οἱ γὰρ | |
5 | σκῶπες 〈λέγονται, διότι σκαιὰν ὄπα καὶ〉 φωνὴν ἀφιᾶσι. Καλλίμαχος (fr. 418 Pf.) δέ φησιν ὅτι φθέγγεται ὥσπερ ἐπισκώπτων τῇ φωνῇ, ὅθεν καὶ οὕτω καλεῖται. Τυραννίων δὲ σκῶπας τοὺς νυκτικόρακάς φησιν οἷον σκίοπας, τοὺς ἐν σκιᾷ ἔχοντας τὴν ὄπα. | |
63 | Su. τ 1185: ... Περὶ τῆς Ῥωμαϊκῆς διαλέκτου ὅτι ἐστὶν ἐκ τῆς Ἑλληνι‐ | |
κῆς κοὐκ αὐθιγενὴς ἡ Ῥωμαϊκὴ διάλεκτος. |